Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.10 Joseph. AJ 19.15 (English) >>Joseph. AJ 19.20

19.13ὥστε ἤδη καὶ Κλαυδίου ἐτόλμα ποιήσασθαι Πολυδεύκης δοῦλος κατηγορίαν, καὶ Γάιος ἠνείχετο κατὰ πατρῴου τοῦ αὐτοῦ δίκης θανάτου λεγομένης ἐπʼ ἀκροάσει συνελθεῖν ἐλπίδι τοῦ παραλαβεῖν δύναμιν ἀνελεῖν αὐτόν. 19.14οὐ μὴν ἐξεγένετό γε αὐτῷ. ἀναπεπληρωκότι δὲ αὐτῷ συκοφαντιῶν καὶ κακῶν πᾶσαν τὴν οἰκουμένην, ἧς ἐπῆρχεν, καὶ πολλὴν τὴν δουλοκρατίαν ἐπηρμένου τοῖς δεσπόταις ἐπιβουλαὶ τὰ πολλὰ ἤδη συνίσταντο, τῶν μὲν ἐπʼ ἀμύνῃ ὧν πάθοιεν ὀργὴν ποιουμένων, τῶν δὲ πρὶν ἐμπεσόντες κακῶν τυχεῖν μεγάλων τιθεμένων τὸ μεταχειρίσασθαι τὸν ἄνθρωπον. 19.15ὅθεν, ἐπειδὴ τοῖς τε ἁπάντων νόμοις καὶ τῷ ἀσφαλεῖ μεγάλην συνήνεγκεν εὐδαιμονίας ῥοπὴν θάνατος αὐτοῦ ἔθνει τε τῷ ἡμετέρῳ οὐδὲ εἰς ὀλίγον ἐξεγεγόνει μὴ οὐκ ἀπολωλέναι μὴ ταχείας αὐτῷ τελευτῆς παραγενομένης, βούλομαι δὲ διʼ ἀκριβείας τὸν πάντα περὶ αὐτοῦ λόγον διελθεῖν, 19.16ἄλλως τε ἐπειδὴ καὶ πολλὴν ἔχει πίστιν τοῦ θεοῦ τῆς δυνάμεως καὶ παραμυθίαν τοῖς ἐν τύχαις κειμένοις καὶ σωφρονισμὸν τοῖς οἰομένοις ἀίδιον τὴν εὐτυχίαν, ἀλλὰ μὴ ἐπιμεταφέρειν κακῶς ἀρετῆς αὐτῇ μὴ παραγενομένης. 19.17

Ὁδοὺς μὲν δὴ τρεῖς θάνατος αὐτοῦ παρεσκευάζετο καὶ τούτων ἑκάστης ἄνδρες ἀγαθοὶ τὴν ἡγεμονίαν εἶχον. Αἰμίλιός τε γὰρ Ῥῆγλος ἐκ Κορδύβης τῆς ἐν Ἰβηρίᾳ γένος συνεῖχέν τινας διʼ ἐκείνων διʼ αὐτοῦ πρόθυμος ὢν ἄρασθαι Γάιον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.10 Joseph. AJ 19.15 (English) >>Joseph. AJ 19.20

Powered by PhiloLogic